Ancient Greek
86 to 89
Sextus Empiricus, Adversus mathematicos 86-89
Not analysed yet
λείπεται οὖν τὸ νικᾶν αὐτῆς εἶναι τέλος. ὃ πάλιν ἀδύνατόν ἐστιν. ὁ γὰρ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ γραμματικὴν τέλους οὐκ ἂν εἴη γραμματικός, καὶ ὁ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ μουσικὴν τέλους οὐκ ἄν εἴη μουσικός. τοίνυν καὶ ὁ μὴ τυγχάνων πολλάκις τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν εἴη ῥήτωρ. ὁ δέ γε ῥήτωρ πλειονάκις νικᾷ νικᾶται, καὶ τοσούτῳ πλεῖον ὅσῳ δυναμικώτερός ἐστι, τῶν τὰ ἄδικα ἐχόντων πράγματα ἐπʼ αὐτὸν συντρεχόντων. οὐκ ἄρα ῥήτωρ ἐστὶν ὁ ῥήτωρ. ὅ τε μὴ τυχὼν τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν ἐπαινοῖτο, ῥήτορα δὲ ἐνίοτε νικη- θέντα ἐπαινοῦμεν· οὐκ ἄρα ῥητορικῆς τέλος ἐστὶ τὸ νικᾶν. Ὥστε εἰ μήτε ὕλην ἔχει ἡ ῥητορικὴ περὶ ἣν τεχνι- τεύει, μήτε τέλος ἐφʼ ὓ ἀνάγεταμι, οὐκ ἂν ὑπάρχοι ἡ ῥη- τορική. οὔτε δέ ὕλην ἔχει οὔτε τέλος, καθὼς παρεστή- σαμεν οὐκ ἄρα ὑπάρχει ἡ ῥητορική. Ἐναπορήσειε δʼ ἄν τις αὐτοῖς καὶ ἀπὸ τῶν μερῶν αὐ- τῆς. μέρη δὲ λέγουσι ῥητορικῆς τὸ δικανικόν τε καὶ συμ- βουλευτικὸν καὶ ἐγκωμιαστικόν, τούτων δὲ τσῦ μὲν δι- κανικοῦ τέλος εἶναι τὸ δίκαιον, τοῦ δέ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ καλόν. ὅπερ εὐ- θέως ἄπορόν ἐστιν.