Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 86-5
Not analysed yet
εἶτα περὶ τῆς καταληπτικῆς φαντασίας ἐξεταζόμενοι πάλιν ἐπὶ τὸ ὑπάρχον, ἐπ’ ἴσης ὂν ἄγνωστον, ἀνατρέχουσι, λέγοντες ‘‘καταληπτική ἐστι φαντασία ἡ ἀπὸ ὑπάρχοντος κατ’ αὐτὸ τὸ ὑπάρχον”. ἦν ἴσον τῷ δι’ ἀγνοουμένου τὸ ἀγνοούμενον διδάσκειν καὶ εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτειν τρόπον. ἴνα γὰρ τὸ ὑπάρχον μάθωμεν, ἐπὶ τὴν καταληπτικὴν ἡμᾶς φαντασίαν ἀποστέλλουσι, λέγοντες ὑπάρχον εἶναι τὸ κινοῦν καταληπτικὴν φαντασίαν· ἴνα δὲ τὴν καταληπτικὴν γνῶμεν φαντασίαν, ἐπὶ τὸ ὑπάρχον ἀνταποστέλλουσιν. μήτε οὖν ἐκεῖνο μήτε ταύτην γινώσκοντες οὐδὲ τὸ ἀπ’ αὐτῶν διδασκόμενον ἀληθὲς καὶ ψεῦδος ἀξίωμα συνήσομεν.