Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 86-6
Not analysed yet
εἶπερ τε ἐν γῇ καὶ θαλάσσῃ πολλῆς οὔσης παχυμερείας ποικίλα συνίσταται ζῷα ψυχικῆς τε καὶ αἰσθητικῆς μετέχοντα δυνάμεως, πολλῷ πιθανώτερόν ἐστιν ἐν τῷ ἀέρι, πολὺ τὸ καθαρὸν καὶ εἰλικρινὲς ἔχοντι παρὰ τὴν γῆν καὶ τὸ ὕδωρ, ἔμψυχά τινα καὶ νοερὰ συνίστασθαι ζῷα. καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς Διοσκούρους ἀγαθούς τινας εἷναι δαίμονας, σωτῆρας εὐσέλμων νεῶν, καὶ τὸ (Hesiod. op. 252) τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ ἀθάνατοι Ζῆνός φύλακες μερόπων ἀνθρώπων. ἀλλ’ εἰ ἐν τῷ ἀέρι πιθανὸν ὑπάρχειν ζῷα,