Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 87-8
Not analysed yet
καὶ μὴν οὐδὲ τῶν περὶ ἡμᾶς ἐστι τὸ αἱρετὸν καὶ ἀγαθόν. ἤτοι γὰρ σωματικόν ἐστι τοῦτο μόνον ἢ ψυχικόν. ἀλλὰ σωματικὸν μὲν μόνον οὐκ ἂν εἴη· εἰ γὰρ σωματικὸν μόνον ὑποκέοιτο, οὐκέτι δὲ καὶ ψυχικὸν πάθος, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν (ψυχῆς γάρ ἐστι πᾶσα γνῶσις) καὶ ἴσον ἔσται τοῖς ἐκτὸς ὑποκειμένοις καὶ μηδεμίαν ἔχουσι πρὸς ἡμᾶς συμπάθειαν.