Ancient Greek
88 to 90
Sextus Empiricus, Adversus mathematicos 88-90
Not analysed yet
εἰ δὲ λέγοιεν πασῶν τῶν κατὰ τὴν κοινὴν συνήθειαν αὐτὴν λέξεων εἴδησιν οὐχ ὡς τῶν καθʼ ἕκαστα καὶ ἐν μέ- ρει πασῶν (τοῦτο γὰρ ὄντως ἀδύνατον), ἀλλὰ τῶν καθόλου πασῶν καὶ ἀνωτάτω ἐν ταῖς διαλέκτοις, οἷον ὅτι ὠριέων μέν ἐστι τοιούτῳ τόνῳ χρῆσθοι, Ἰώνων δέ ἄλλῳ, τάχα μέν τι πιθανὸν ἐροῦσιν, οὐ μὴν ἀληθές οὔτε γὰρ ἓν ἔθος ἐστὶ καθʼ ἑκάστην διάλεκτον (πολλαὶ γὰρ Δωρίδες καὶ Ἀτθίδες), οὔτε οἱ κανόνες οὓς δοκοῦσι παραδιδόναι πρὸς πᾶσαν ἀποτείνονται λέξιν, ἀλλʼ ἄχρι μέν ποσῶν καὶ ὁμο- τόνων, οἷον ὀξυτόνων ἢ βαρυτόνων, προκόπτουσιν, πά- σας δέ περιλαβεῖν ἀδυνατοῦσιν. Δείγματος μὲν οὖν χάριν ταῦτ’ εἰρήσθω εἰς τὸ ἀνυπό- στατον εἶναι τὴν γραμματικὴν ὅσον ἐπὶ τῇ παρὰ τοῖς γραμματικοῖς αὐτῆς ἐπινοίᾳ· μετελθόντες δέ ἀκολούθως καὶ τὰ κυριώτατα τῶν ἐν αὐτῇ θεωρημάτων, καὶ ἐξ ὧν μάλιστα λαμβάνει τὴν ὑπόστασιν βασανίζωμεν. Τίνα μέρη γραμματικῆς