Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 89-3
Not analysed yet
φασὶ γὰρ “ἀντικείμενά ἐστιν ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει”, οἷον ‘‘ἡμέρα ἔστιν —οὐχ ἡμέρα ἔστιν. τοῦ γὰρ ἡμέρα ἔστιν ἀξιώματος τὸ οὐχ ἡμέρα ἔστιν” ἀποφάσει πλεονάζει τῇ οὐχί, καὶ διὰ τοῦτ’ ἀντικείμενόν ἐστιν ἐκείνῳ. ἀλλ’ εἰ τοῦτ’ ἔστι τὸ ἀντικείμενον, έσται καὶ τὰ τοιαῦτα ἀντικείμενα, τό τε ‘‘ἡμέρα ἔστι <καὶ φῶς ἔστιν” καὶ τὸ ‘‘ἡμέρα ἔστιν> καὶ οὐχὶ φῶς ἔστιν’’· τοῦ γὰρ ἡμέρα ἔστιν <καὶ φῶς ἔστιν>” ἀξιώματος ἀποφάσει πλεονάζει τὸ <ἡμέρα ἔστιν καὶ> οὐχὶ φῶς ἔστιν. οὐχὶ δέ γε κατ’ αὐτοὺς ταῦτα ἀντικείμενά ἐστιν· οὐκ ἄρα ἀντικείμενά ἐστι <τῷ> τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζειν.