Ancient Greek
91 to 92
Sextus Empiricus, Adversus mathematicos 91-2-92
Not analysed yet
καὶ πάλιν, ἐπεὶ ὡς τὰ μέρη ταῦτα διαφέρει ἀλλήλων, οὕτω καὶ τὰ τέλη διοίσει, παρόσον τῆς ἐγκωμιαστικῆς τέλος ἐστὶ τὸ καλὸν 〈τῆς δὲ δικανικῆς τὸ δίκαιον, οὐκ ἔσται δίκαιον τὸ καλὸν 〉μὲν εἶναι καὶ τὸ δίκαιον καλόν ὅπερ ἄτοπον. καὶ μὴν εἰ τῆς ὅλης ῥητορικῆς τέλος ἐστὶ τὸ πεί- θειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτι- κοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδέ τὸ συμφέρον, οὐδέ τὸ καλόν ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορι- κὴν ἐφίεσθαι τοῦ πείθειν.