Ancient Greek
91 to 95
Sextus Empiricus, Adversus mathematicos 91-8-95
Not analysed yet
ε. ἰ γὰρ φύσει κακόν ἐστιν ἡ ἀφροσύνη, δεήσει, ὃν τρόπον τὸ θερμὸν γνωρίζεται, ὅτι θερμόν ἐστι φύσει ἐκ τοῦ τοὺς προσπελάσαντας αὐτῷ θερμαίνεσθαι, καὶ τὸ ψυχρὸν ἐκ τοῦ ψύχεσθαι, οὕτω καὶ τὴν ἀφροσύνην φύσει κακὸν ὑπάρχουσαν γνωρίζεσθαι ἐκ τοῦ κακοῦσθαι. ἤτοι οὖν οἱ λεγόμενοι ἄφρονες κακοῦνται ὑπὸ τῆς ἀφροσύνης ἢ οἱ φρόνιμοι. ἀλλ’ οἱ μὲν φρόνιμοι οὐ κακοῦνται· ἐκτὸς γάρ εἰσι τῆς ἀφροσύνης, ὑπὸ δὲ τοῦ μὴ παρόντος αὐτοῖς κακοῦ ἀλλὰ κεχωρισμένου οὐκ ἂν κακωθεῖεν. εἰ δὲ τοὺς ἄφρονας κακοῖ ἡ ἀφροσύνη, ἤτοι πρόδηλος αὐτοῖς οὖσα κακοῖ αὐτοὺς ἢ ἄδηλος. καὶ ἄδηλος μὲν οὐδαμῶς· εἰ γὰρ ἄδηλός ἐστιν αὐτοῖς, οὔτε κακὸν οὔτε φευκτόν ἐστιν αὐτοῖς, τοῖς, ἀλλ᾿ ὡς τὴν μὴ φαινομένην λύπην καὶ ἀνεπαίσθητον ἀλγηδόνα οὔτε φεύγει τις οὔτε ταράσσεται, ὧδε καὶ τὴν ἀνυπόπτωτον ἀφροσύνην καὶ τὴν ἀδηλουμένην οὐδεὶς ὡς κακὸν περιστήσεται. εἰ δὲ προδήλως αὐτοῖς γινώσκεται καὶ ἔστι φύσει κακόν, ὤφειλον οἱ ἄφρονες φεύγειν αὐτὴν ὡς φύσει κακόν οὐχὶ δέ γε οἱ ἄφρονες τὸ λεγόμενον ὑπὸ τῶν ἐκτὸς ἀφραίνειν ὧς πρόδηλον κακὸν φεύγουσιν, ἀλλ᾿ ἕκαστος τὴν μὲν ἰδίαν κρίσιν ἀποδέχεται, τὴν δὲ τοῦ τὸ ἐναντίον δοξάζοντος κακίζει. ὥστ᾿ οὐδὲ πρόδηλός ἐστι τοῖς ἄφροσιν ὡς φύσει κακὸν ἡ ἀφροσύνη. ὅθεν εἴπερ οὔτε οἱ φρόνιμοι κακοῦνταί τι πρὸς τῆς ἀφροσύνης οὔτε τοῖς ἄφροσι φευκτόν ἐστιν ἡ ἀφροσύνη, ῥητέον μὴ εἶναι φύσει κακὸν τὴν ἀφροσύνην. εἰ δὲ μὴ ταύτην, οὐδ᾿ ἄλλο τι τῶν λεγομένων κακῶν.