Ancient Greek
92 to 94
Sextus Empiricus, Adversus mathematicos 92-94
Not analysed yet
ὧν τεχνικὸν μέν ἐστιν ἐν ᾧ περὶ τῶν στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ὀρθογραφίας τε καὶ ἑλληνισμοῦ καὶ τῶν ἀκολούθων διατάττονται, ἱστορικὸν δέ ὅπου περὶ προσ- ώπων οἱονεὶ θείων τε καὶ ἀνθρωπίνων καὶ ἡρωικῶν διδά- σκουσιν, ἢ περὶ τόπων διηγοῦνται καθάπερ ὀρῶν ἢ πο- ταμῶν, περὶ πλασμάτων καὶ μύθων παραδιδόασιν ἢ εἴ τι τῆς αὐτῆς ἰδέας ἐστίν. ἰδιαίτερον δέ τὸ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς [ἐπισκοποῦσι| καθʼ ὃ τὰ ἀσαφῶς λεγόμενα ἐξηγοῦνται, τά τε ὑγιῆ καὶ τὰ μὴ τοιαῦτα κρί- νουσι, τά τε γνήσια ἀπὸ τῶν νόθων διορίζουσιν. ἀλλʼ ὡς μὲν τύπῳ καὶ ὁλοσχερέστερον περιλαβεῖν, ταῦτά ἐστι τὰ τῆς γραμματικῆς μέρη· νοητέον δὲ αὐτὰ οὐ κατ’ εἰλικρί- νειαν, οὐδʼ ὡς ἄν τις εἴποι· ‘μέρη τοῦ ἀνθρώπου ψυχὴ καὶ σῶμαʼ. ταυτὶ μὲν γὰρ ὡς ἕτερα ὄντα ἀλλήλω νοεῖται, τὸ δὲ |τεχνικὸν καὶ ἱστορικὸν καὶ τὸ περὶ τὰς ποιήσεις καὶ συγγραφὰς τῆς γραμματικῆς μέρη πολλὴν ἔχει συμπλο- κὴν καὶ ἀνάκρασιν πρὸς τὰ λοιπά·