Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 92-4
Not analysed yet
τοῦτ’ οὖν προσλαβοῦσα ἡ ἐννεὰς οὐ γενήσεται πλείων τῶν ἐννέα, ἐλάττων δὲ μᾶλλον. [τῇ γὰρ προσλήψει ταύτης γενήσεται ἡ ἐννεὰς τῆς ἐννεάδος μείζων, ἀλλὰ ἐλάσσων μᾶλλον.] ἐπεὶ οὖν καὶ ἡ “οὐχὶ” ἀπόφασις μικρότερόν τι ἐστὶ τοῦ ἀξιώματος, οὐ ποιήσει τὸ ἀξίωμα μεῖζον, διότι, ὡς μεγέθους τινὸς μετουσίᾳ γίνεταί τι μεῖζον, οὕτω καὶ ἐλάττονος μετουσία ἔλαττον ἀποτελεῖται. Ὁ μὲν οὖν Πλάτωνος λόγος οὕτως εἰς τὸν τόπον ὑπό τινων μεταχθήσεται·