Ancient Greek
95 to 96
Sextus Empiricus, Adversus mathematicos 95-6-96
Not analysed yet
οὐχ ἀπλᾶ δὲ ἐτύγχανε τὰ οἷον διπλᾶ, καὶ ὅσα δ’ ἐξ ἀξιώματος δὶς λαμβανομένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων συνέστηκε διὰ συνδέσμου τε ἢ συνδέσμων, οἷον “εἰ ἡμέρα ἔστιν <ἡμέρα ἔστιν>· εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· εἰ νὺξ ἔστι, σκότος ἔστιν· καὶ εἰ] ἡμέρα ἔστι καὶ φῶς ἔστιν· ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν”. τῶν δὲ ἁπλῶν τινὰ μὲν ὡρισμένα ἐστὶν τινὰ δὲ ἀόριστα τινὰ δὲ μέσα, ὡρισμένα μὲν τὰ κατὰ δεῖξιν ἐκφερόμενα, οἷον “οὗτος περιπατεῖ, οὗτος κὰθηται” (δείκνυμι γάρ τινα τῶν ἐπὶ μέρους ἀνθρώπων).