Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 95-8
Not analysed yet
τὸ γὰρ ἐν τόπῳ περιέχεσθαι δύο σημαίνειν φασίν, ‘ὲν μὲν ἐν τόπῳ τῷ κατὰ πλάτος, ὧς ὅταν λέγωμέν τινα ἐν ’Αλεξανδρείᾳ εἶναι, ἕτερον δὲ ἐν τῷ τόπῳ τῷ κατ’ ἀκρίβειαν, καθὸ κἀμοῦ λέγοιτ’ ἂν εἶναι τόπος ὁ περιτετυπωκὼς τὴν ἐπι φάνειάν μου τοῦ σώματος ἀήρ, καὶ ἀμφορεὺς τοῦ ἐν αὐτῷ περιεχομένου προσαγορεύεται τόπος. διχῶς δὴ καλουμένου νῦν <τοῦ> τόπου, φασὶ δύνασθαι τὸ κινούμενον ἐν ᾧ ἔστι τόπω κινεῖσθαι, τῷ κατὰ πλάτος, ἔχοντι διάστημα καθ᾿ ὃ γενήσεται τὰ τῆς κινήσεως.