Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 96
Not analysed yet
τοῦτο δέ προδιηρθρώσαμεν οὐ παρέργως, ἀλλʼ ἵνα εἰδῶμεν ὡς ἄν ἕν τι ἐξ αὐτῶν δειχθῇ ἀσύστατον, δυ- νάμει καὶ τὰ λοιπὰ ἀνῄρηται, ὧν ἑκάτερον οὐ χωρὶς τοῦ ἀναιρεθέντος ὑφίσταται. ὅμως δέ οὐ ποιήσομεν τοῦτο καίπερ ὂν σύντομον, ἀλλὰ πειρασόμεθα πρὸς ἕκαστον ἀντιλέγειν, ὡς εἰ καὶ μὴ ἔχρῃζε τῆς τῶν λοιπῶν παρου- σίας. τάξει δέ ἀρκτέον ἀπὸ τοῦ πρώτου. Ὅτι ἀμέ θοδό ν ἐκ τι καὶ ἀσύ σ τατον τὸ τεχνικὸν τῆς γρα μματικῆς μέρος