Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 97-5
Not analysed yet
οἱ δὲ ἀπολογύμενοί φασιν ἀνόμοιον εἶναι τὴν παραβολὴν τῷ Ξενοφῶντος λόγῳ. ἐκεῖνος μὲν γὰρ ἐπὶ τῶν ἁπλῶν καὶ πρώτων σωμάτων ποιεῖται τὴν ζήτησιν, ὥσπερ γῆς καὶ ὕδατος ἀέρος τε καὶ πυρός, οἱ δὲ τῇ παραβολῇ χρώμενοι μετεπήδιακείμενον δῆσαν ὡς ἐπὶ τὰ συγκρίματα· χολὴ γὰρ καὶ αἷμα καὶ πᾶν τὸ ἐν τοῖς σώμασιν ὑγρὸν οὐκ ἔστι πρῶτον καὶ ἁπλοῦν, ἀλλ’ ἐκ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων συγκείμενον.