Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 99
Not analysed yet
τεχνολογίαν ἄτεχνον ἀποδείξωμεν. τάξει δὲ λεκτέον ἡμῖν πρῶτον περὶ τῶν στοιχείων, ἐξ ὧν τὰ πάντα κατʼ αὐτοὺς συνέστηκεν καὶ ὧν ἀναιρεθέντων ἀγραμμά- τους ἀνάγκη γίνεσθαι τοὺς γραμματικούς. Καὶ δὴ τριχῶς λεγομένου τοῦ στοιχείου, τοῦ τε γρα- φομένου χαρακτῆρος καὶ τύπου καὶ τῆς τούτου δυνάμεως καὶ ἔτι τοῦ ὀνόματος, προαγέτω νῦν ἡ ζήτησις μάλιστα περὶ τῆς δυνάμεως· αὕτη γὰρ καὶ κυρίως στοιχεῖον παρʼ αὐτοῖς προσηγόρευται.