Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 99-7
Not analysed yet
σοφίζεται δὲ ἐν τούτοις ὁ Διόδωρος, καὶ παρ’ ἀμφιβολίαν βούλεται ἡμᾶς πλανᾶν. τὸ γὰρ ‟οὗτοι ἔγημαν” δύο σημαίνει, ὲν μὲν πληθυντικὸν καὶ ἴσον τῷ ‟οὗτοι συνέγημαν”, ὅπερ ἐστὶ ψεῦδος, ἕτερον δὲ τὸ κατὰ περίληψιν ἑνικοῦ πράγματος ἐγκεκλιμένου ἀπὸ τοῦ ‟οὗτος ἔγημεν” καὶ ἑτέρου ἑνικοῦ τοῦ “οὗτος ἔγημεν”, ὧν πάλιν ἐνικῶν τὰ παρατατικά ἐστιν ἀληθῆ, τὸ οὗτος γαμεῖ καὶ τὸ οὗτος γαμεῖ ἐπ’ άμφοτέρων γὰρ ἀληθῆ γέγονε ταῦτα.