Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιδ′ περὶ τῶν δέκα τρόπων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 108
Not analysed yet
παρὰ δὲ τὸ φιλεῖν ἤ μισεῖν, ὅτι κρέα ὕεια τινὲς μὲν ἀποστρέφονται καθ’ ὑπερβολήν, τινὲς δὲ ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος (fr. 518 Kock cf. Nauck Mel. gr. VI 120 Cobet N. L. p. 85.) ἔφη οἶος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται; ἀφ’ οὗ τοιοῦτος γέγονεν; οἶον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. πολλοὶ <δὲ> καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς εἷναι δοκοῦσιν.