Ancient Greek · ~2 min
130 to 131
Sextus Empiricus, Pyrrhoniae hypotyposes 130-131
Not analysed yet
καὶ τῆς Ταιναρείας λίθου τὰ μὲν μέρη λευκὰ ὁρᾶται ὅταν λεανθῇ, σὺν δὲ τῇ ὁλοσχερεῖ ξανθὰ φαίνεται. καὶ αἱ ἀπ’ ἀλλήλων ἐσκεδασμέναι ψάμμοι τραχεῖαι φαίνονται, ὧς σωρὸς δὲ συντεθεῖσαι ἁπαλῶς κινοῦσι τὴν αἴσθη- σιν. καὶ ὁ ἐλλέβορος λεπτὸς μὲν καὶ χνοώδης προδφερόμενος πνιγμὸν ἐπιφέρει, κριμνώδης δὲ ὢν οὐκέτι. καὶ ὁ οἶνος σύμμετρος μὲν πινόμενος ῥώννυσιν ἡμᾶς, πλείων δὲ λαμβανόμενος παραλύει τὸ σῶμα. καὶ ἡ τροφὴ παραπλη- σίως παρὰ τὴν ποσότητα διάφορον ἐπιδείκνυται δύναμιν· πολλάκις γοῦν διὰ τὸ πολλὴ προσενεχθῆναι καθαίρει τὸ σῶμα διά τε ἀπεψιῶν καὶ χολερικῶν παθῶν.