Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιδ′ περὶ τῶν δέκα τρόπων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 138
Not analysed yet
τῶν τε ὄντων τὰ μέν ἐστιν ἀνω- τάτω γένη κατὰ τοὺς δογματικούς, τὰ δ’ ἔσχατα εἴδη, τὰ δὲ γένη καὶ εἴδη· πάντα δὲ ταῦτά ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. ἔτι τῶν ὄντων τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα, ὧς αὐτοί φασιν, καὶ σημαίνοντα μὲν τὰ φαινόμενα, σημαινόμενα δὲ ὑπὸ τῶν φαινομένων τὰ ἄδηλα· ὄψις γὰρ κατ᾿ αὐτοὺς (Anaxag. B21 (??)Diels) τῶν ἀδήλων τὰ φαινόμενα. τὸ δὲ σημαῖνον καὶ τὸ σημαινόμενόν ἐστι πρός τι· πρός τι ἄρα ἐστὶ πάντα.