Ancient Greek
153 to 160
Sextus Empiricus, Pyrrhoniae hypotyposes 153-160
Not analysed yet
ἀγωγῇ δὲ ἔθος ἀντιτίθεται, ὅταν οἱ μὲν πολλοὶ ἄνθρωποι ἀναχωροῦντες μιγνύωνται ταῖς ἑαυτῶν γυναιξίν, ὁ δὲ Κράτης τῇ Ἱπ- παρχίᾳ δημοσίᾳ· καὶ ὁ μὲν Διογενὴς ἀπὸ ἐξωμίδος περιῄει, ἡμεῖς δὲ ὡς εἰώθαμεν. μυθικῇ δὲ πίστει, [ὡς] ὅταν λέγωσιν οἱ μῦθοι ὅτι ὁ Κρόνος κατήσθιεν αὑτοῦ τὰ τέκνα, ἔθους ὄντος ἡμῖν προνοεῖσθαι παίδων· καὶ παρ’ ἡμῖν μὲν συνήθεια ὧς ἀγαθοὺς καὶ ἀπαθεῖς κακῶν σέβειν τοὺς θεούς, τιτρωσκόμενοι δὲ καὶ φθονοῦντες ἀλλήλοις ὑπὸ τῶν ποιητῶν εἰσάγονται. δογματικῇ δὲ ὑπολήψει, ὅταν ἡμῖν μὲν ἔθος ᾖ παρὰ θεῶν αἰτεῖν τὰ ἀγαθά, ὁ δὲ Ἐπίκουρος λέγῃ μὴ ἐπιστρέφεσθαι ἡμῶν τὸ θεῖον, καὶ ὅταν ὁ μὲν Ἀρ ίστ ιππο ς ἀδ ιάφ ορον ἡγῆται τὸ γυναικείαν ἀμφιέννυσθαι σ τ ολήν, ἡμεῖς δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι. ἀγωγὴν δὲ ἀντιδὲ τίθεμεν νόμῳ μέν, ὅταν νόμου ὄντος μὴ ἐξεῖναι τύπτειν ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ οἱ παγκρατιασταὶ τύπτωσιν ἀλλήλους διὰ τὴν ἀγωγὴν τοῦ κατ’ αὐτοὺς βίου, καὶ ὅταν ἀπειρημένου τοῦ ἀνδροφονεῖν οἱ μονομάχαι ἀναιρῶσιν ἀλλήλους διὰ τὴν αὐτὴν αἰτίαν. μυθικὴν δὲ πίστιν ἀγωγῇ ἀντιτίθεμεν, ἐπειδὰν λέγωμεν ὅτι οἱ μὲν μῦθοι παρὰ τῇ Ὀμφάλῃ τὸν Ἡρακλέα λέγουσιν (ξ 423) εἴριά τε ξαίνειν καὶ δουλοσύνης ἀνέχεσθαι καὶ ταῦτα ποιῆσαι ἅπερ οὐδ’ ἂν μετρίως προῃρημένος ἐποίησεν ἄν τις, ἡ δὲ ἀγωγὴ τοῦ βίου τοῦ Ἡρακλέους ἦν γενναία. δογματικῇ δὲ ὑπολήψει, ὅταν οἱ μὲν ἀθληταὶ ὧς ἀγαθοῦ <τινος> τῆς δόξης ἀντιποιούμενοι ἐπίπονον ἀγωγὴν βίου δι’ αὐτὴν ἐπαναιρῶνται, πολλοὶ δὲ τῶν φιλοσόφων θαῦλον λον εἶναι τὴν δόξαν δογματίζωσιν. τὸν δὲ νόμον ἀντιτίθεμεν μυθικῇ μὲν πίστει, ὅταν οἱ μὲν ποιηταὶ εἰσάγωσι τοὺς θεοὺς καὶ μοιχεύοντας καὶ ἀρρενομιξίαις χρωμένους, νόμος δὲ παρ’ ἡμῖν κωλύῃ ταῦτα πράττειν, δογματικῇ δὲ ὑπολήψει, ὅταν οἱ μὲν περὶ Χρύσιππον (III 745 Arn.) ἀδιάφορον εἶναι λέγωσι τὸ μητράσιν ἢ ἀδελφαῖς μίγνυσθαι, ὁ δὲ νόμος ταῦτα κωλύῃ.