Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιε′ περὶ τῶν πέντε τρόπων.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 173
Not analysed yet
εἰ δὲ ταῦτα φεύγων ὁ προσδιαλεγόμενος ἡμῖν κατὰ συγχώρησιν καὶ ἀναποδείκτως ἀξιώσειε λαμβάνειν τι πρὸς ἀπόδειξιν τῶν ἑξῆς, ὁ ὑποθετικὸς εἰσαχθήσεται τρόπος, ἄπορος ὑπάρχων. εἰ μὲν γὰρ ὁ ὑποτιθέμενος πιστός ἐστιν, ἡμεῖς ἀεὶ τὸ ἀντικείμενον ὑποτιθέμενοι οὐκ ἐσόμεθα ἀπιστότεροι. καὶ εἰ μὲν ἀληθές τι ὑποτίθεται ὁ ὑποτιθέμενος, ὕποπτον αὐτὸ ποιεῖ, καθ’ ὑπόθεσιν αὐτὸ λαμβάνων ἀλλὰ μὴ μετὰ κατασκευῆς· εἰ δὲ ψεῦδος, σαθρὰ ἔσται ἡ ὑποβάθρα τῶν κατασκευαζομένων.