Ancient Greek
2.126 to 2.127
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.126-127
Not analysed yet
εἰ δὲ φαινόμενόν ἐστι τὸ σημειωτόν, οὐδὲ σημειωτὸν ἔσται μὴ δεόμενον τοῦ σημανοῦντος αὐτὸ καὶ ἐκκαλύψοντος. ὅθεν ὥσπερ ἀναιρουμένου δεξιοῦ οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως ἀναιρουμένου τοῦ σημειωτοῦ οὐδὲ σημεῖον εἶναι δύναται, ὥστε ἀνύπαρκτον εὑρίσκεται τὸ σημεῖον, εἴπερ φαινόμενα μόνα εἶναι λέγοι τις τὰ σημεῖα. λείπεται λέγειν, ὅτι τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· καὶ οὕτως δὲ αἱ ἀπορίαι μένουσιν. τῶν τε γὰρ φαινομένων σημείων τὰ σημειωτὰ εἶναι λεγόμενα φαινόμενα ἔσται, καθὰ προειρήκαμεν, καὶ μὴ δεόμενα τοῦ σημανοῦντος οὐδὲ σημειωτὰ ὅλως ὑπάρξει, ὅθεν οὐδὲ ἐκεῖνα σημεῖα ἔσται, μηδὲν σημαίνοντα·