Ancient Greek · ~2 min
Book 2, ια′ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.128
Not analysed yet
τά τε ἄδηλα σημεῖα χρῄζοντα τῶν ἐκκαλυψόντων αὐτά, ἐὰν μὲν ὑπὸ ἀδήλων σημαίνεσθαι λέγηται, εἰς ἄπειρον ἐκπίπτοντος τοῦ λόγου ἀκατάληπτα εὑρίσκεται καὶ διὰ τοῦτο ἀνύπαρκτα, ὡς προειρήκαμεν· ἐὰν δὲ ὑπὸ φαινομένων, φαινόμενα ἔσται σύν τοῖς φαινομένοις αὐτῶν σημείοις καταλαμβανόμενα, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτα. ἀδύνατον γὰρ εἶναί τι πρᾶγμα, ὃ καὶ ἄδηλόν ἐστι φύσει καὶ φαινόμενον, τὰ δὲ σημεῖα περὶ ὧν ἐστιν ὁ λόγος, ἄδηλα ὑποτεθέντα, φαινόμενα εὑρέθη κατὰ τὴν περιτροπὴν τοῦ λόγου.