Ancient Greek
2.129 to 2.130
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.129-130
Not analysed yet
εἰ οὖν μήτε πάντα τὰ σημεία φαινόμενά ἐστι μήτε πάντα ἄδηλα, μήτε τῶν σημείων τινὰ μέν ἐστι φαινόμενα, τινὰ δὲ ἄδηλα, καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν, ὡς καὶ αὐτοί φασιν, ἀνύπαρκτα ἔσται τὰ λεγόμενα σημεῖα. Ταῦτα μὲν οὖν ὀλίγα ἀπὸ πολλῶν ἀρκέσει νῦν εἰρῆσθαι πρὸς ὑπόμνησιν τοῦ μὴ εἶναι σημεῖον ἐνδεικτικόν· ἐξῆς δὲ καὶ τὰς ὑπομνήσεις τοῦ εἶναί τι σημεῖον ἐκθησόμεθα, ἵνα τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων λόγων παραστήσωμεν. ἤτοι οὖν σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου φωναὶ φερόμεναι ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν ἄσημοί εἰσιν, πῶς ἂν κινήσειαν τὴν ὕπαρξιν τοῦ σημείου;