Ancient Greek · ~2 min
2.16 to 2.17
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.16-17
Not analysed yet
φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ’ ἂν τριχῶς, τὸ ὑφ’ οὗ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, οἷον ὑφ’ οὗ μὲν ἄνθρωπος, δι’ οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια, καθ’ ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων. Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ’ίσως προειπεῖν, ἴνα ἐννοήσωμεν, περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας, ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι.