Ancient Greek · ~2 min
2.18 to 2.19
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.18-19
Not analysed yet
Τῶν διαλαβόντων τοίνυν περὶ κριτηρίου οἱ μὲν εἶναι τοῦτο ἀπεφήναντο, ὡς οἱ Στωικοὶ καὶ ἄλλοι τινές, οἱ δὲ μὴ εἶναι, ὡς ἄλλοι τε καὶ ὁ Κορίνθιος Ξενιάδης καὶ Ξενοφάνης ὁ Κολοφώνιος (B 34,4 Diels), λέγων δόκος δ’ ἐπὶ πᾶσι τέτυκται· ἡμεῖς δ’ ἐπέσχομεν, πότερον ἔστιν ἢ οὐκ ἔστιν. ταύτην οὖν τὴν διαφωνίαν ἤτοι ἐπικριτὴν εἷναι φήσουσιν ἢ ἀνεπίκριτον· καὶ εἰ μὲν ἀνεπίκριτον, αὐτόθεν εἶναι] δώσουσι τὸ δεῖν ἐπέχειν, εἰ δὲ ἐπικριτήν, τίνι κριθήσεται λεγέτωσαν, μήτε κριτήριον ὁμολογούμενον ἡμῶν ἐχόντων, μήθ’ ὅλως εἰ ἔστιν εἰδότων ἀλλὰ ζητούντων.