Ancient Greek
Book 2, ε′ περὶ τοῦ ὑφ’ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.37
Not analysed yet
Ἔστω δὲ καὶ πεπιστώσθω τὸ δεῖν ὑπὸ τοῦ ἀνθρώπου κρίνεσθαι τὰ πράγματα. οὐκοῦν, ἐπεὶ πολλὴ τῶν ἀνθρώπων πων ἐστὶ διαφορά, πρότερον οἱ δογματικοὶ συμφωνησάτωσαν, ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν, εἶθ’ οὕτω καὶ ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ’ (Plat. Phaedr. p. 264 d. Herodot. vit. Homeri 11) ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ —τοῦτο δὴ τὸ τοῦ λόγου —περὶ αὐτοῦ διαφωνήσουσιν, πῶς ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι;