Ancient Greek · ~2 min
2.38 to 2.39
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.38-39
Not analysed yet
ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον, ἐρωτήσομεν αὐτούς, ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τούς Στωικοὺς ἢ <τῷ Κυρηναικῷ ἢ> τῷ Κυνικῷ; οὐχ ἕξουσι εἰπεῖν. εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πιστεύειν, πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι τῶν ἄλλων διαφωνήσουσιν ,εἶτα κἂν δοθῇ συμφώνως δύ- νᾶσθαι ληφθῆναι, τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονότων συνετώτερος, οὐδ’ οὕτως ἔσται πίστεως οὗτος ἄξιος.