Ancient Greek · ~2 min
Book 2, ς′ περὶ τοῦ δι᾿ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.48
Not analysed yet
Πολλὴ μὲν οὖν καὶ ἄπειρος σχεδὸν ἡ περὶ αὐτὸ γέγονε διαφωνία παρὰ τοῖς δογματικοῖς· ἡμεῖς δὲ πάλιν τοῦ ἐμμεθόδου προνοούμενοι φαμὲν ὅτι, ἐπεὶ κατ᾿ αὐτοὺς ἄνθρωπός ἐστι τὸ ὑφ' οὗ κρίνεται τὰ πράγματα, οὐδὲν δὲ οὗτος ἔχοι ἂν δι᾿ οὗ κρίνειν δυνήσεται (καθάπερ καὶ αὐτοὶ συνομολογοῦσιν) ἢ αἴσθησιν καὶ διάνοιαν, ἐὰν δείξωμεν, ὅτι οὔτε δι᾿ αἰσθήσεως μόνης δύναται κρίνειν οὔτε διὰ μόνης τῆς διανοίας οὔτε δι᾿ ἀμφοτέρων αὐτῶν, συντόμως πρὸς ἁπάσας τὰς κατὰ μέρος δόξας εἰρήκαμεν· πᾶσαι γὰρ δοκοῦσιν εἰς τὰς τρεῖς ταύτας ἀναφέρεσθαι στάσεις.