Ancient Greek · ~2 min
Book 2, ς′ περὶ τοῦ δι᾿ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.49
Not analysed yet
ἀρξώμεθα δὲ ἀπὸ τῶν αἰσθήσεων. Οὐκοῦν ἐπεὶ τινὲς μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φασίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν), οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ᾿ ὧν οἴονται κινεῖσθαι λέγουσιν, οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότερον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι᾿ οὗ χρὴ κρίνειν κατὰ τὴν προκειμένην ὑπόθεσιν.