Ancient Greek · ~3 min
2.60 to 2.62
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.60-62
Not analysed yet
ἤν τε γὰρ διανοίᾳ τινὶ κρίνειν τολμῶμεν, τῆς διαφωνίας μέρει συγκατατιθέμενοι τὸ ζητούμενον συναρπάσομεν· ἤν τε ἑτέρῳ τινί, ψευσόμεθα ὅτι μόνῃ τῇ διανοίᾳ δεῖ κρίνειν τὰ πράγματα. λοιπὸν ἐκ τῶν περὶ τοῦ κριτηρίου τοῦ ὑφ’ οὗ [λεγομένων] ῥηθέντων §§22 —47) δεικνύναι δυνησόμεθα, ὅτι μήτε τὴν ἀγχινουστέραν τῶν ἄλλων διάνοιαν εὑρεῖν δυνάμεθα, ὅτι τε ἂν εὕρωμεν τῶν τε γεγενημένων καὶ οὐσῶν διανοιῶν ἀγχινουστέραν διάνοιαν, ἐπεὶ ἄδηλόν ἐστιν, εἰ πάλιν ταύτης ἑτέρα ἔσται ἀγχινουστέρα, οὐ δεῖ προσέχειν αὐτῇ, ὅτι τε κἂν ὑποθώμεθα διάνοιαν ἧς ἐντρεχεστέρα οὐκ ἂν γένοιτο, οὐ συγκαταθησόμεθα τῷ δι’ αὐτῆς κρίνοντι, εὐλαβούμενοι μὴ ψευδῆ τινα λόγον προφερόμενος διὰ τὸ ὀξυτάτης διανοίας μετεσχηκέναι δύναται ἡμᾶς πείθειν ὅτι ἔστιν ἀληθής. οὐκοῦν οὐδὲ τῇ διανοίᾳ μόνῃ δεῖ κρίνειν τὰ πράγματα.