Ancient Greek · ~2 min
Book 2, ς′ περὶ τοῦ δι᾿ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.63
Not analysed yet
Λείπεται λέγειν ὅτι δι’ ἀμφοτέρων. ὃ πάλιν ἐστὶν ἀδύνατον· οὐ μόνον γὰρ οὐχ ὁδηγοῦσιν αἱ αἰσθήσεις τὴν διάνοιαν πρὸς κατάληψιν, ἀλλὰ καὶ ἐναντιοῦνται αὐτῇ. ἀμέλει γοῦν ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκύ φαίνεσθαι ὁ μὲν Δημόκριτος (A 134 Diels) ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, ὁ δὲ Ἡράκλειτος ἀμφότερα. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεών τε καὶ αἰσθητῶν ὁ αὐτὸς λόγος. οὕτως ἀπὸ τῶν αἰσθήσεων ὁρμωμένη ἡ διάνοια διάφορά τε καὶ μαχόμενα ἀποφαίνεσθαι ἀναγκάζεται. τοῦτο δὲ ἀλλότριόν ἐστι κριτηρίου καταληπτικοῦ. εἶτα κἀκεῖνο λεκτέον·