Ancient Greek · ~2 min
Book 2, ς′ περὶ τοῦ δι᾿ οὗ.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.64
Not analysed yet
ἤτοι πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς πάντων διανοίαις κρινοῦσι τὰ πράγματα ἢ τισίν. ἀλλ᾿ εἰ μὲν πάσαις λέξει τις, ἀδύνατα ἀξιώσει τοσαύτης μάχης ἐν ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις ἐμφαινομένης, ἄλλως τε καὶ ἐπεὶ τῆς Γοργίου διανοίας ἀπόφασίς ἐστι τὸ μὴ δεῖν μήτε αἰσθήσει μήτε διανοίᾳ προσέχειν, περιτραπήσεται ὁ λόγος. εἰ δὲ τισίν, πῶς κρινοῦσιν ὅτι ταῖσδε μὲν ταῖς αἰσθήσεσι καὶ <τῇδε> τῇ διανοίᾳ προσέχειν δεῖ, ταῖσδε δὲ οὔ, μὴ ἔχοντες κριτήριον ὡμολογημένον, δι᾿ οὗ τὰς διαφόρους αἰσθήσεις τε καὶ διανοίας ἐπικρινοῦσιν;