Ancient Greek
Book 2, η′ περὶ ἀληθοῦς καὶ ἀληθείας.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.81
Not analysed yet
ὑπομιμνῄσκομεν δὲ οὕτως (Stoic. fr. ΙΙ l32 A.) . λέγεται διαφέρειν τῆς ἀληθείας τὸ ἀληθὲς τριχῶς, οὐσίᾳ συστάσει δυνάμει· οὐσίᾳ μέν, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ ἀλήθεια σῶμα (ἔστι γὰρ ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντική, ἡ δὲ ἐπιστήμη πὼς ἔχον ἡγεμονικὸν ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμή, τὸ δὲ ἡγεμονικὸν σῶμα· ἔστι γὰρ κατ᾿ αὐτούς πνεῦμα)·