Ancient Greek · ~2 min
2.82 to 2.83
Sextus Empiricus, Pyrrhoniae hypotyposes 2.82-83
Not analysed yet
συ- στάσει δέ, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀπλοῦν τί ἐστιν, οἷον ‘ἐγὼ διαλέγομαι', ἡ δὲ ἀλήθεια ἀπὸ πολλῶν ἀληθῶν γνώσεων συνίσταται· δυνάμει δέ, ἐπεὶ ἡ μὲν ἀλήθεια ἐπιστήμης ἔχεται, τὸ δὲ ἀληθὲς οὐ πάντως. διόπερ τὴν μὲν ἀλήθειαν ἐν μόνῳ σπουδαίῳ φασὶν εἶναι, τὸ δὲ ἀληθὲς καὶ ἐν φαύλῳ· ἐνδέχεται γὰρ τὸν φαῦλον ἀληθές τι εἰπεῖν. ταῦτα μὲν οἱ δογματικοί.