Ancient Greek · ~3 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, λγ′ τίνι διαφέρει τῆς Ἀκαδημαϊκῆς φιλοσοφίας ἡ σκέψις.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 224
Not analysed yet
ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαινέας [τὸν Ξενοφάνην], ὧς καὶ τοὺς σίλλους αὐτῷ ἀναθεῖναι, ἐποίησεν αὐτὸν ὀδυρόμενον καὶ λέγοντα ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι ἀμφοτερόβλεπτος· δολίῃ δ’ ὁδῷ ἐξαπατήθην πρεσβυγενὴς ἔτ’ ἐὼν καὶ ἀμενθήριατος ἀπάσης σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι, εἰς ‘ὲν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ’ ἐὸν αἰεί πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ’ ὁμοίην. διὰ τοῦτο γοῦν καὶ ὑπάτυφον αὐτὸν λέγει, καὶ οὐ τέλειον ἄτυφον, δι’ ὧν φησι (Diels Vorsokr. 2 11 A 35) Ξεινοφάνης ὑπάτυφος, ὁμηραπάτης ἐπισκώπτης, εἰ τὸν ἀπ’ ἀνθρώπων θεὸν ἐπλάσατ’ ἶσον ἀπάντῃ, <ἀτρεμῆ> ἀσκηθῆ νοερώτερον ἠὲ νόημα. ὑπάτυφον μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον, ὁμηραπάτης δὲ ἐπισκώπτην, ἐπεὶ τὴν παρ’ Ὁμήρῳ ἀπάτην διέσυρεν.