Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, λγ′ τίνι διαφέρει τῆς Ἀκαδημαϊκῆς φιλοσοφίας ἡ σκέψις.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 230
Not analysed yet
τὸ ψὰρ πείθεσθαι λέγεται διαφόρως, τό τε μὴ ἀντιτείνειν ἀλλ’ ἁπλῶς ἕπεσθαι ἄνευ σφοδρᾶς προσκλίσεως καὶ προσπαθείας, ὧς ὁ παῖς πείθεσθαι λέγεται τῷ παιδαγωγῷ· ἅπαξ δὲ τὸ μετὰ αἱρέσεως καὶ οἱονεὶ συμπαθείας κατὰ τὸ σφόδρα βούλεσθαι συγκατατίθεσθαί τινι, ὧς ὁ ἄσωτος πείθεται τῷ δαπανητικῶς βιοῦν ἀξιοῦντι. διόπερ ἐπειδὴ οἱ μὲν περὶ Καρνεάδην καὶ Κλειτόμαχον μετὰ προσκλίσεως σφοδρᾶς πείθεσθαί τε καὶ πιθανὸν εἶναί τί φασιν, ἡμεῖς δὲ κατὰ τὸ ἀπλῶς εἴκειν ἄνευ προσπαθείας, καὶ κατὰ τοῦτο ἂν αὐτῶν διαφέροιμεν.