Ancient Greek · ~1 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, λδ′ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 239
Not analysed yet
τᾶι. καὶ ἴνα μὴ καθ’ ἕκαστον λέγων ἐκβαίνω τὸν ὑποτυπωτικὸν τρόπον τῆς συγγραφῆς, πάντα οἶμαι τὰ ὑπὸ τῶν μεθο- δικῶν οὕτω λεγόμενα ὑποτάσσεσθαι δύνασθαι τῇ ἐκ τῶν παθῶν ἀνάγκῃ, τῶν τε κατὰ φύσιν <καὶ τῶν παρὰ φύσιν> πρὸς τῷ καὶ τὸ ἀδόξαστόν τε καὶ ἀδιάφορον τῆς χρήσεως τῶν ὀνομάτων κοινὸν εἶναι τῶν ἀγωγῶν.