Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, λδ′ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 241
Not analysed yet
ὅθεν οἰκειότητά τινα ἔχειν τὴν ἀγωγὴν τὴν κατὰ ἰατρικὴν τῶν μεθοδικῶν πρὸς τὴν δκέψιν, μᾶλλον τῶν ἄλλων κατὰ ἰατρικὴν αἱρέσεων (καὶ ὧς πρὸς σύγκρισιν ἐκείνων, οὐχ ἀπλῶς), ῥητέον ἐκ τούτων καὶ τῶν παραπλησίων τούτοις τεκμαιρομένους. Τοσαῦτα κοὶ περὶ τῶν παρακεῖσθαι δοκούντων τῇ κατὰ τοὺς σκεπτικοὺς ἀγωγῇ διεξελθόντες, ἐν τούτοις ἀπαρτίζομεν τόν τε καθόλου τῆς σκέψεως λόγον καὶ τὸ πρῶτον τῶν ὑποτυπώσεων σύνταγμα.