Ancient Greek · ~2 min
Book 3, ιδ′ περὶ ὅλου καὶ μέρους.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.100
Not analysed yet
ἀλλ’ οὐδὲ μέρη. εἰ γὰρ ἔστι μέρη, ἤτοι τοῦ ὅλου ταῦτά ἐστι μέρη ἢ ἀλλήλων ἢ ἑαυτοῦ ἕκαστον. οὔτε δὲ τοῦ ὃλου, ἐπεὶ μηδὲ ἔστι τι παρὰ τὰ μέρη (καὶ ἄλλως τὰ μέρη οὕτως ἔσται μέρη ἑαυτῶν, ἐπεὶ ἕκαστον τῶν μερῶν συμπληρωτι- κὸν εἶναι λέγεται τοῦ ὅλου), οὔτε ἀλλήλων, ἐπεὶ τὸ μέρος ἐμπεριέχεσθαι δοκεῖ ἐν ἐκείνῳ οὗ ἐστι μέρος, καὶ ἄτοπόν ἐστι λέγειν τὴν χεῖρα, εἰ τύχοι, ἐν τῷ ποδὶ περιέχεσθαι.