Ancient Greek · ~2 min
Book 3, ιδ′ περὶ ὅλου καὶ μέρους.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.99
Not analysed yet
ἕτερον μὲν οὖν τῶν μερῶν οὐδὲν φαίνεται τὸ ὅλον εἶναι· ἀμέλει γοῦν ἀναιρουμένων τῶν μερῶν οὐδὲν ὑπολείπεται, ἴνα ἕτερόν τι παρὰ ταῦτα λογισώμεθα τὸ ὅλον. εἰ δὲ αὐτὰ τὰ μέρη τὸ ὅλον ἐστίν, ὄνομα ἔσται μόνον τὸ ὅλον καὶ προσηγορία κενή, ὑπόστασιν δὲ ἰδίαν οὐχ ἔξει, καθάπερ οὐδὲ διάστασίς ἐστί τι παρὰ τὰ διεστῶτα οὐδὲ δόκωσις παρὰ τὰ δεδοκωμένα. οὐκ ἄρα ἔστι τι ὅλον.