Ancient Greek
Book 3, ιε′ περὶ φυσικῆς μεταβολῆς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.105
Not analysed yet
καθὸ μὲν οὖν μὴ ὄν ἐστιν, οὐ μεταβάλλει· ταβάλλει· οὐδὲ γὰρ οὐκ ὄν ἐστιν· εἰ δὲ καθὸ ὄν ἐστι μεταβάλλει, ἕτερον ἐστι τοῦ ὃν εἶναι, τουτέστιν οὐκ ὂν ἔσται. ἄτοπον δὲ τὸ λέγειν τὸ ὂν οὐκ ὂν γίνεσθαι· οὐκ ἄρα οὐδὲ τὸ ὂν μεταβάλλει. εἰ δὲ μήτε τὸ ὂν μεταβάλλει μήτε τὸ μὴ ὄν, παρὰ ταῦτα δὲ οὐδὲν ἔστι, λείπεται λέγειν ὅτι οὐδὲν μεταβάλλει. ἔτι καὶ ταῦτά φασί τινες.