Ancient Greek · ~2 min
Book 3, ιε′ περὶ φυσικῆς μεταβολῆς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.106
Not analysed yet
τὸ μεταβάλλον ἔν τινι χρόνῳ μεταβάλλειν ὀφείλει· οὔτε δὲ ἐν τῷ παρῳχηκότι Χρόνῳ μεταβάλλει τι οὔτε ἐν τῷ μέλλοντι, λοντι, ἀλλ' οὐδ' ἐν τῷ ἐνεστῶτι, ὡς δείξομεν· οὐκ ἄρα μεταβάλλει τι. ἐν μὲν οὖν τῷ παρεληλυθότι ἢ μέλλοντι χρόνῳ οὐδὲν μεταβάλλει· τούτων γὰρ οὐθέτερος ἐνέστηκεν, ἀδύνατον δέ ἐστι δρᾶν τι ἢ πάσχειν ἐν τῷ μὴ ὄντι καὶ ἐνεστηκότι χρόνῳ. ἀλλ’ οὐδὲ ἐν τῷ ἐνεστῶτι.