Ancient Greek
Book 3, ις′ περὶ γενέσεως καὶ φθορᾶς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.109
Not analysed yet
Συμπεριτρέπεται μὲν οὖν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ τῇ προσθέσει καὶ τῇ ἀφαιρέσει καὶ τῇ φυσικῇ μεταβολῇ χωρὶς γὰρ τούτων οὔτε γένοιτο ἄν τι οὔτε φθαρείη, οἷον γοῦν ἀπὸ τῆς δεκάδος φθειρομένης ,ὧς φασίν, ἐννεάδα γίνεσθαι συμβαίνει κατὰ ἀφαίρεσιν μονάδος, καὶ τὴν δεκάδα ἀπὸ τῆς ἐννεάδος φθειρομένης κατὰ πρόσθεσιν τῆς μονάδος, καὶ τὸν ἰὸν ἀπὸ τοῦ χαλκοῦ φθειρομένου κατὰ μεταβολήν. ὥστε ἀναιρουμένων τῶν προειρημένων κανήσεων ἀναιρεῖσθαι καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἴσως ἀνάγκη. οὐδὲν δὲ ἧττόν τινες κἀκεῖνα φασίν.