Ancient Greek
Book 3, ιε′ περὶ φυσικῆς μεταβολῆς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.108
Not analysed yet
πρὸς τούτοις, εἰ ἔστι τις μεταβολή, ἤτοι x003E; αἰσθήσεις ἁπλοπαθεῖς εἰσιν, ἡ δὲ μεταβολὴ συμμνημόνευσιν ἔχειν δοκεῖ τοῦ τε ἐξ οὗ μεταβάλλει καὶ εἰς ὃ μεταβάλλειν λέγεται· εἰ δὲ νοητή ἐστιν, ἐπεὶ περὶ τῆς ὑπάρξεως τῶν νοητῶν ἀνεπίκριτος γέγονε παρὰ τοῖς παλαιοῖς διαφωνία, καθάπερ ἤδη πολλάκις ὑπεμνήσαμεν, οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως τῆς μεταβολῆς.