Ancient Greek · ~2 min
Book 3, ις′ περὶ γενέσεως καὶ φθορᾶς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.113
Not analysed yet
εἰ οὖν μήτε τὸ μὴ ὂν γίνεται μήτε τὸ ὄν, οὐδὲ γίνεταί τι. κατὰ τὰ αὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν οὐκ ὂν οὐ φθείρεται· πάσχειν γάρ τι δεῖ τὸ φθειρόμεν· ον. ἀλλ’ οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ ὂν εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον ἐν τῷ ὂν εἶναι, ἔσται τὸ αὐτὸ ἄμα καὶ ὂν καὶ οὐκ ὄν·