Ancient Greek · ~3 min
Book 3, ις′ περὶ γενέσεως καὶ φθορᾶς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.114
Not analysed yet
ἐπεὶ γὰρ οὐ φθείρεται καθὸ μὴ ὄν ἐστιν, ἀλλὰ καθὸ ὄν ἐστιν, καθὸ μὲν ἐφθάρθαι λέγεται, ἕτερον ἔσται τοῦ ὄντος καὶ διὰ τοῦτο οὐκ ὄν, καθὸ δὲ μέ- νον ἐν τῷ εἶναι φθείρεσθαι λέγεται, ὂν ἔσται. ἄτοπον ’δε τὸ λέγειν τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ οὐκ ὄν· οὐκ ἄρα μένον ἐν τῷ εἶναι φθείρεται τὸ ὄν. εἰ δὲ οὐ μένον ἐν τῷ εἶναι τὸ ὂν φθείρεται, ἀλλ’ εἰς τὸ μὴ εἶναι περιίσταται πρῶτον, εἶθ’ οὕτως φθείρεται, οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται· ὅπερ ἀδύνατον εἶναι ὑπεμνήσαμεν. εἰ οὗν μήτε τὸ ὂν φθείρεται μήτε τὸ μὴ ὄν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ φθείρεταί τι. Ταῦτα μὲν οὖν ὡς ἐν ὑποτυπώσει καὶ περὶ τῶν κινήσεων ἀρκέσει λελέχθαι, οἶς ἕπεται τὸ ἀνύπαρκτον εἶναι καὶ ἀνεπινόητον τὴν κατὰ τοὺς δογματικοὺς φυσιολογίαν.