Ancient Greek · ~2 min
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.120
Not analysed yet
ὧν οἱ μὲν ὑπάρχειν αὐτὸν φάσκοντες ἐπὶ τὴν ἐνάργειαν καταφεύγουσιν. τίς γὰρ ἄν, φασί, λέξειε μὴ εἶναι τόπον ὁρῶν τὰ μέρη τοῦ τόπου, οἶον τὰ δεξιὰ τὰ ἀριστερά, τὰ ἄνω τὰ κάτω, ἔμπροσθεν ὀπίσω, καὶ ἄλλοτε ἀλλαχοῦ γιγνόμενος, βλέπων τε, ὅτι ἔνθα ὁ ὑφηγητὴς ὁ ἐμὸς δ’ διελέγετο, ἐνταῦθα ἐγὼ νῦν διαλέγομαι, ’μαι, τόπον τε διάφορον καταλαμβάνων τῶν κούφων φύσει καὶ τῶν φύσει βαρέων,