Ancient Greek · ~2 min
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.121
Not analysed yet
ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων ‘ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο ’. εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἷναι τῶν ἐν αὐτᾷ γινομένων. μένων. εἴγε μὴν ἔστι τι σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου οὐκ ἂν εἴη τὸ σῶμα. καὶ εἰ ἔστι τὸ ὑφ’ οὗ καὶ τὸ ἐξ οὗ, ἔστι καὶ τὸ ἐν ᾧ, ὅπερ ἐστὶν ὁ τόπος· τὸ δὲ πρῶτον ἐν ἑκατέρῳ· τὸ ἄρα δεύτερον ἐν ἀμφοτέροις.