Ancient Greek · ~2 min
Book 3, ιη′ περὶ τόπου.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.122
Not analysed yet
οἱ δὲ ἀναιροῦντες τὸν τόπον οὔτε τὰ μέρη τοῦ τόπου διδόασιν εἶναι· μηδὲν γὰρ εἷναι τὸν τόπον παρὰ τὰ τούτου μέρη, καὶ τὸν συνάγειν πειρώμενον, ὅτι ἔστιν ὁ τόπος ἐκ τοῦ τὰ μέρη αὐτοῦ ὧς ὄντα λαμβάνειν, τὸ ζητούμενον δι’ ἑαυτοῦ κατ’ κατασκευάξειν βούλεσθαι. ὁμοίως δὲ ληρεῖν καὶ τοὺς ἔν τινι τόπῳ γίνεσθαί τι ἢ γεγονέναι φάσκοντας, ὅλως μὴ διδομένου τοῦ τόπου. συναρπάζειν 15 δὲ αὐτοὺς καὶ τὴν τοῦ σώματος ὕπαρξιν μὴ διδομένην αὐτόθεν· καὶ τὸ ἐξ οὗ καὶ τὸ ὑφ’ οὗ δείκνυσθαι ἀνύπαρκτα παραπλησίως τῷ τόπῳ.